Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.96 Joseph. AJ 19.101 (English) >>Joseph. AJ 19.106

19.99

Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν. 19.100καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους. 19.101καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπʼ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς. 19.102προεξῄεσαν δὲ Κλαύδιος μὲν πάτρως αὐτοῦ καὶ Μᾶρκος Βινίκιος τῆς ἀδελφῆς ἀνὴρ ἔτι δὲ Οὐαλέριος Ἀσιατικός, οὓς οὐδὲ βουλομένοις διακλεῖσαι δύναμις ἦν αἰδοῖ τῆς ἀξιώσεως, εἵπετο δʼ αὐτὸς σὺν Παύλῳ Ἀρουντίῳ. 19.103ἐπεὶ δʼ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπʼ εὐθείας ὁδοὺς λείπει, καθʼ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.96 Joseph. AJ 19.101 (English) >>Joseph. AJ 19.106

Powered by PhiloLogic